Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 2

 
ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο.
 
δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπεν
 
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
 
Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
 
ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται; 245
 
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
 
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
 
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
 
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
 
νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ 250
 
ἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
 
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς,
 
μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.
 
ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
 
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν· 255
 
σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
 
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
 
μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρ
 
καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθεν
 
δαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν, 260
 
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς.
 
τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
 
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
 
λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφω
 
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. 265
 
καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς·
 
αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
 
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
 
κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντες
 
ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇ 270
 
πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
 
τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.
 
τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο
 
φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
 
Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην 275
 
νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
 
αἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
 
ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη;
 
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
 
θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi