Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 2

 
ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο
 
Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων.
 
ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησαν
 
ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
 
λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, 125
 
μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
 
πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως
 
στείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε
 
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
 
ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες 130
 
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
 
αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
 
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
 
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·
 
ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθεν 135
 
εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·
 
νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
 
πῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ
 
ἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
 
καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. 140
 
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
 
οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον·
 
ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
 
ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·
 
Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, 145
 
εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσεν.
 
ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
 
οὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλʼ ὅτε θεσμοὺς
 
ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
 
θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. 150
 
ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
 
πόντον ἐπέπλωμεν· μάλα δʼ ἡμέων αὐτὸς ἕκαστος
 
εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.
 
ὧς ἄρʼ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο.
 
καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τʼ ἀνδρῶν 155
 
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς
 
ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τινʼ ὕπνος
 
εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
 
ξανθὰ δʼ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
 
ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσιʼ ἀνῆπτο, 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi