Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 2

 
κήδετο λευγαλέης, καὶ δʼ ἡμέας αὖθι πέλασσεν
 
τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο· 440
 
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίω
 
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην.
 
ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·
 
Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
 
ἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. 445
 
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
 
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.
 
ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
 
αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
 
Ἠριγενής· τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντο 450
 
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον,
 
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
 
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
 
ἔχραεν ἐνδυκέως, πολέων δʼ ἀπὸ πήματʼ ἔλυσεν
 
μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. 455
 
σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
 
φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν.
 
πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
 
Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
 
πείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, 460
 
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
 
τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
 
πέμφʼ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
 
κέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε
 
σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι 465
 
ἧκεν ἐποτρύνας. τοῦ δʼ ἐκ μεγάροιο κιόντος
 
μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·
 
ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
 
οὐδʼ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδʼ ἀνὴρ
 
τοῖος ἐὼν δεῦρʼ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. 470
 
εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
 
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
 
χρησμοσύνη τρύχεσκεν· ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρει
 
κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.
 
ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν 475
 
ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
 
δή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
 
ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi