Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 2

 
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
 
τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·
 
ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
 
τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη
 
αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο 365
 
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
 
δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις
 
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
 
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
 
ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος 370
 
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην
 
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
 
ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
 
τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
 
τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, 375
 
ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
 
ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ
 
Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
 
τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
 
ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, 380
 
δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
 
 
 
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,
 
μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες
 
οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
 
νῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος 385
 
λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
 
Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.
 
ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
 
ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
 
ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι 390
 
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
 
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
 
φέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασιν
 
Μάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων.
 
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν· 395
 
Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
 
αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶ
 
πείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi