Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 1

 
ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,
 
τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
 
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
 
νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
 
δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, 285
 
σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν
 
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ
 
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
 
Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
 
ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳ 290
 
ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας.
 
ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες
 
ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε
 
μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·
 
μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας 295
 
ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
 
δάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο.
 
πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν,
 
τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης
 
τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης, 300
 
ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
 
ἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ.
 
ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος
 
μίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί·
 
κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι. 305
 
ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.
 
οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
 
δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,
 
ἢ Αυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,
 
τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ 310
 
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
 
Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
 
καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι
 
ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·
 
ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ 315
 
ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.
 
αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς,
 
ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι
 
δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.
 
στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi