Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 1

 
καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν,
 
οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
 
υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν
 
Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,
 
τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη 165
 
γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι,
 
παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.
 
βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
 
δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ
 
πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, 170
 
αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
 
βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
 
ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν,
 
ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν
 
αὐτόν τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. 175
 
Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
 
Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
 
πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.
 
Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
 
τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων 180
 
Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη.
 
κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
 
οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις
 
ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
 
καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· 185
 
ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
 
νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης,
 
παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω
 
ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο.
 
Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος 190
 
ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
 
Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
 
μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς
 
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·
 
ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον 195
 
ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω,
 
νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον
 
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
 
καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
 
εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi