Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 1

 
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
 
καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε
 
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,
 
χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
 
εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. 885
 
ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
 
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·
 
Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
 
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
 
αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος 890
 
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
 
δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.
 
ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
 
ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν
 
σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. 895
 
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
 
Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
 
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.
 
τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
 
Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο 900
 
ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω
 
ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
 
ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
 
εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
 
τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι, 905
 
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
 
πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
 
τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος
 
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.
 
ἦ, καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοι 910
 
βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ
 
ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος
 
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθʼ ἄρα τοίγε
 
κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
 
ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν 915
 
νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
 
ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
 
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
 
τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ
 
νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα 920

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi