Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 1

 
αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,
 
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν
 
Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
 
Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
 
τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα 725
 
ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.
 
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,
 
ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ
 
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.
 
ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ, 730
 
Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη
 
παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον
 
ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον
 
σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.
 
ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, 735
 
Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη
 
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
 
ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
 
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
 
Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων 740
 
ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη
 
ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
 
Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
 
πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
 
νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως 745
 
χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.
 
ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν
 
Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·
 
οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,
 
ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν 750
 
ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.
 
ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
 
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
 
ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·
 
τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, 755
 
σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
 
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
 
πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
 
ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
 
βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης 760

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi