Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 1

 
Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι
 
ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,
 
σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
 
ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
 
δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· 645
 
ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
 
ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς
 
ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους
 
Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
 
ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας 650
 
ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
 
πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.
 
Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
 
εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
 
καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, 655
 
αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·
 
Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
 
ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
 
ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων
 
μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες 660
 
ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται
 
βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν
 
θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν.
 
ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
 
ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, 665
 
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.
 
ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
 
λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,
 
γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,
 
βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. 670
 
τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
 
ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.
 
στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν
 
ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·
 
δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, 675
 
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
 
ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,
 
αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος
 
δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;
 
ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. 680

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi