Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος,
 
οὐδʼ ἔτʼ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν·
 
"οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο
 
χειροτέρην· ὑμεῖς δὲ κακώτερα τεξείεσθε.
 
καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα 125
 
ἔσσεται ἀνθρώποισι, κακὸν δʼ ἐπικείσεται ἄλγος."
 
ὣς εἰποῦσʼ ὀρέων ἐπεμαίετο, τοὺς δʼ ἄρα λαοὺς
 
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
 
ἀλλʼ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δʼ ἐγένοντο,
 
χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες, 130
 
οἳ πρῶτοι κακόεργον ἐχαλκεύσαντο μάχαιραν
 
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων,
 
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
 
ἔπταθʼ ὑπουρανίη· ταύτην δʼ ἄρα νάσσατο χώρην,
 
ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιν 135
 
παρθένος, ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.
 
τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
 
[δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δʼ αὖτε καλεῖται·] ACM; but not translated by Germ. or Avienus.
 
τόσσος μὲν μεγέθει, τοίῃ δʼ ἐγκείμενος αἴγλῃ,
 
οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου. 140
← Önceki Metin · 7 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi