Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες 1140
 
κοίτης ἱμείρονται, ὅτʼ ὄμβρου σήματα φαίνοι.
 
τῶν μηδὲν κατόνοσσο· καλὸν δʼ ἐπὶ σήματι σῆμα
 
σκέπτεσθαι· μᾶλλον δὲ δυοῖν εἰς ταὐτὸν ἰόντων
 
ἐλπωρὴ τελέθοι, τριτάτῳ δέ κε θαρσήσειας.
 
αἰεὶ δʼ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ 1145
 
σήματα, συμβάλλων εἴ που καὶ ἐπʼ ἀστέρι τοίη
 
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
 
ὁπποίην καὶ σῆμα λέγοι, μάλα δʼ ἄρκιον εἴη
 
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
 
τετράδας ἀμφοτέρας· αἱ γάρ τʼ ἄμυδις συνιόντων 1150
 
μηνῶν πείρατʼ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
 
ὀκτὼ νυξὶ πέλει, χήτει χαροποῖο σελήνης.
 
τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
 
οὐδέποτε σχεδίως κεν ἐπʼ αἰθέρι τεκμήραιο.
← Önceki Metin · 58 / 58

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi