Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
αὕτως δʼ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ 1060
 
σήματʼ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο.
 
ὅσσα δʼ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
 
τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.
 
αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
 
πάντη βεβρίθωσι, καὶ ἑσπαρίων προπάροιθεν 1065
 
πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
 
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
 
θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
 
ὁππότʼ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γʼ ἄρσενα πάντα
 
δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται, 1070
 
αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
 
ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
 
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
 
εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν.
 
χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς 1075
 
ὥριον ἐρχομέναις, ὁ δʼ ἀώριος αὐτίκα μᾶλλον·
 
αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν·
 
πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν
 
πρώιον· αὐτὰρ ὅτʼ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
← Önceki Metin · 54 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi