Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δʼ ἐξόπιθεν φορέωνται. 1020
 
καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο
 
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
 
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
 
καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα
 
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς 1025
 
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν
 
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
 
οὐδʼ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος
 
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
 
ἀλλʼ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται· 1030
 
οὐδʼ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
 
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
 
μηδʼ, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται,
 
καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο,
 
ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα, 1035
 
πιστεύειν χειμῶνι. τί τοι λέγω ὅσσα πέλονται
 
σήματʼ ἐπʼ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέθρῃ
 
αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο,
 
καὶ λύχνῳ χιόνος, κέγχροις ὅτʼ ἐοικότα πάντη
← Önceki Metin · 52 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi