Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
πομφόλυγες, μηδʼ εἴ κεν ἐπʼ αὐτόφι μαρμαίρωσιν 980
 
ἀκτῖνες, μηδʼ ἢν θέρεος μέγα πεπταμένοιο
 
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
 
μηδὲ σύ γʼ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω,
 
σπινθῆρες ὅτʼ ἔωσι πέρι πλέονες, λελαθέσθαι·
 
μηδὲ κατὰ σποδιὴν ὁπότʼ ἄνθρακος αἰθομένοιο 985
 
λάμπηται πέρι σήματʼ ἐοικότα κεγχρείοισιν,
 
ἀλλʼ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
 
εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
 
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
 
φαίνωνται καθαραί, μάλα κεν τόθʼ ὑπεύδιος εἴης. 990
 
εὔδιός κʼ εἴης καί ὅτε πλατέος παρὰ πόντου
 
φαίνηται χθαμαλὴ νεφέλη, μηδʼ ὑψόθι κύρῃ,
 
ἀλλʼ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
 
σκέπτεο δʼ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
 
ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ 995
 
ἐς Φάτνην ὁράᾳν, τὴν Καρκίνος ἀμφιελίσσει,
 
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·
 
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
 
καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
← Önceki Metin · 50 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi