Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις, 940
 
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.
 
πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
 
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
 
ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται
 
γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ, 945
 
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
 
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
 
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
 
ἤ που καὶ λακέρυζα παρʼ ἠϊόνι προὐχούσῃ
 
χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη, 950
 
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρʼ ἄκρους
 
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ,
 
ἢ πολλὴ στρέφεται παρʼ ὕδωρ παχέα κρώζουσα.
 
καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
 
οὐρανὸν εἰσανιδόντες ἀπʼ αἰθέρος ὠσφρήσαντο· 955
 
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
 
θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι
 
τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
 
κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
← Önceki Metin · 48 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi