Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται, 820
 
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.
 
μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας
 
κύκλος, ὅτʼ εὐδίου κεχρημένος ἤματος εἴης,
 
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
 
εἰ δʼ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, 825
 
δύνοι δʼ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
 
καί κεν ἐπερχομένη ἠοῦς ἔθʼ ὑπεύδιος εἴη.
 
ἀλλʼ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,
 
οὐδʼ ὁπότʼ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
 
σχιζόμεναι βάλλωσι, τὰ δʼ αὖ περὶ μέσσα φαείνῃ, 830
 
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
 
σκέπτεο δʼ, εἴ κέ τοι αὐγαὶ ὑπείκωσʼ ἠελίοιο,
 
αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ ἄρισται·
 
εἴ τί οἱ ἤπου ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
 
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, 835
 
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
 
σήματα μέλλοντος, τὰ δʼ ἐρεύθεα πάντʼ ἀνέμοιο.
 
εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,
 
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
← Önceki Metin · 42 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi