Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι
 
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
 
Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
 
εἴδωλον. τὸ μέν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,
 
οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως 65
 
ἐγγόνασιν καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον
 
ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων
 
χεῖρες ἀείρονται· τάνυταί γε μέν ἄλλυδις ἄλλη
 
ὅσσον ἐς ὀργυιήν· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ
 
δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. 70
 
αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγανὸς ἔθηκεν
 
σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
 
νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο.
 
νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
 
σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δʼ ἄρʼ ἐκείνης 75
 
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
 
τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι
 
εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ
 
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·
 
λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη. 80
← Önceki Metin · 4 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi