Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἀλλόθι δύνων. 540
 
ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή.
 
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι. αὐτὰρ ἑκάστη
 
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.
 
Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.
 
τῷ ἔνι Καρκίνος ἐστί, Λέων δʼ ἐπὶ τῷ, καὶ ὑπʼ αὐτὸν 545
 
παρθένος· αἱ δʼ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτός,
 
Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δʼ Αἰγοκερῆϊ
 
Ὑδροχόος· δύο δʼ αὐτὸν ὕπʼ Ἰχθύες ἀστερόωνται·
 
τοὺς δὲ μέτα Κριός, Ταῦρός δʼ ἐπὶ τῷ Δίδυμοί τε.
 
ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν 550
 
πάντʼ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι
 
κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.
 
τοῦ δʼ ὅσσον κοίλοιο κατʼ ὠκεανοῖο δύηται,
 
τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δʼ ἐπὶ νυκτὶ
 
ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο, 555
 
τόσσαι δʼ ἀντέλλουσι. τόσον δʼ ἐτί μῆκος ἑκάστη
 
νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου
 
ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.
 
οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη
← Önceki Metin · 28 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi