Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. 480
 
ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
 
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
 
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ
 
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
 
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται, 485
 
ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·
 
ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
 
ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,
 
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·
 
ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει, 490
 
παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρʼ ἄμφω
 
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
 
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ
 
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
 
καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις 495
 
ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
 
τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,
 
πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑκέρτερα γαίης,
 
τὰ τρία δʼ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.
← Önceki Metin · 25 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi