Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως
 
ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη
 
μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν οὐρανὸν M; οὐρανὸς AC. αὐτὸν ἀγινεῖ.
 
καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·
 
ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο 25
 
ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι
 
Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι.
 
αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰέν ἔχουσιν
 
ἀλλήλων, αἰεὶ δέ κατωμάδιαι φορέονται,
 
ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή, 30
 
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
 
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
 
Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο,
 
ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,
 
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο. 35
 
καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
 
τὴν δʼ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ
 
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
 
τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.
 
ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη 40
← Önceki Metin · 2 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi