Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
καὶ δʼ ἄν ἐπὶ ἔτι C; read ἔτι προτέρω? προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς, 300
 
τόξον ὅτʼ ἠέλιος καίει καὶ ῥύτορα Τόξου,
 
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
 
σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
 
σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
 
ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου 305
 
τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
 
σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.
 
τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
 
ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ
 
ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν. 310
 
ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος ὀϊστὸς
 
αὐτός ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
 
ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται
 
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν
 
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν ἄητον. 315
 
δελφὶς δʼ, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ
 
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
 
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
 
καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
← Önceki Metin · 16 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi