Thesauros Edebiyat didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες 220
 
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
 
ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτʼ αὐτὸ
 
Θεσπιέων ἀνδρῶν ἐκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
 
ἐν Διὸς εἰλεῖται καί τοι πάρα θηήσασθαι.
 
αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, 225
 
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
 
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου,
 
αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
 
σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
 
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται. 230
 
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
 
χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
 
ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα
 
νειόθεν Ἀνδρομέδης, τὸ δʼ ἐπὶ τρισὶν ἐστάθμηται
 
Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς 235
 
ἀμφοτέρῃς· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη
 
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
 
τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
 
οἱ δʼ ἄρʼ ἔτι προτέρω, ἔτι δʼ ἐν προμολῇσι νότοιο,
← Önceki Metin · 12 / 58 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi