Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,
 
δῆσέ τʼ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,
 
καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,
 
πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.
 
χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο 425
 
σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,
 
πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·
 
αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες
 
πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,
 
ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς. 430
 
τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,
 
ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.
 
ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν
 
καὶ πάτον, ἐν δʼ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·
 
κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ 435
 
ῥεῖά τʼ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δʼ ἐνὶ γαίῃ
 
καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ
 
ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.
 
ἤν ποτʼ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν
 
ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο 440
← Önceki Kitap 4 · 22 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi