Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
δίκτυά τʼ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·
 
ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις
 
ἀνέρας ἀκρολίνους ὑπὸἐπὶ in lit. BK. μειλινέοισι πάγοισιν.πάγαισι B de Ballu.
 
ἐκ δʼ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν
 
λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι 385
 
μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,
 
ὅσσον ἐπʼ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·
 
τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα
 
ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,
 
ἐκ δʼ ἄρʼ ἀπήρτηται πτίλα μυρία παμφανόωντα, 390
 
οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ
 
γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.
 
δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσινῥωπάσιν A3, in lit. M. ἐστήσαντο,
 
ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,
 
τυτθὸν ἀπʼ ἀλλήλων, πίσυρας δʼ ἐκάλυψαν ἑκάστῳ 395
 
ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.
 
αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,
 
σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης
 
ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·
 
αἰζηοὶ δʼ ἐπόρουσαν ἀολλέες, ἐκ δʼ ἑκάτερθεν 400
← Önceki Kitap 4 · 20 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi