Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.
 
πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,
 
ἥ τʼ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον
 
ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,
 
οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλʼ αἰνῶς 325
 
βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·
 
ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετʼ ἠὼ
 
πιόμενον· τοὶ δʼ αἶψα κατὰ κνέφας ὁρμηθέντες
 
ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας
 
οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι 330
 
θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·
 
ὕδατι δʼ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες
 
πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,
 
προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν
 
ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται 335
 
εὑρέμεν οὔτε λίθων οὔτʼ ἠϋκόμων ἀπὸ δένδρων·
 
πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.
 
τὰς δʼ ἄρα σειριόεντος ὑπʼ ἠελίοιο τυπείσας
 
ἀμφότερον δίψη τε φίλη τʼ ἐκάλεσσεν ἀϋτμή·
 
πίδακι δʼ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν 340
← Önceki Kitap 4 · 17 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi