Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
αἶψα δʼ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,
 
ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δʼ ἐλέλιξον
 
γαῖαν, ἀταρτηροῦ δʼ ὄπασον τίσιν ὦκα τυράννου·
 
θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,
 
ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας 305
 
ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,
 
ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.
 
ὣς φάσαν εὐχόμεναι· τάχα δʼ ἔκλυε Νύσιος ἀρῆς.
 
Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,
 
αὐχένα τʼ ᾐώρησε, κέρας τʼ ἀνέτειλε μετώπου· 310
 
ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,
 
καὶ γένυας θώρηξε, κατέγραψεν δʼ ἐπὶ νώτου
 
ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.
 
αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν
 
πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο. 315
 
τοιάδʼ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·
 
ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,
 
ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,
 
μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.
 
Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις 320
← Önceki Kitap 4 · 16 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi