Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
καὶ μελεϊστὶ τάμεν νέκυας δʼ ἔρριψεν ἔραζε,
 
αὖτις δʼ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,
 
οἱ δʼ ἄφαρ ἔζωον χλοεροῦ θʼ ἅπτοντο νομοῖο.
 
ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν
 
γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου. 285
 
πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·
 
ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι
 
πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος
 
Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,
 
καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι, 290
 
οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,
 
οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·
 
σύρειν δʼ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,
 
σύρειν τε κλείειν τε, χορόν τʼ ἐλάασκε γυναικῶν.
 
οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες 295
 
δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι
 
ἄλλοι Καδμεῖοί τε· θεοῦ δʼ οὐχ ἅπτετο δεσμά·
 
παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δʼ ἔραζε
 
ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·
 
πάσαις δʼ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί· 300
← Önceki Kitap 4 · 15 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi