Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
οὔρεϊ δʼ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.
 
Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι
 
καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι
 
εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,
 
νεβρίσι δʼ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις 245
 
ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·
 
τύμπανα δʼ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,
 
παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δʼ ἔφαινον
 
ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δʼ ἄρα τῇσιν
 
Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες· 250
 
ἐκ δʼ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσινἀγερμ. MSS.: corr. Brodaeus.
 
ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·
 
μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα
 
γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.
 
χηλὸν δʼ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι 255
 
στεψάμεναι νώτοιστν ἐπεστήριξαν ὄνοιο·
 
Εὐρίπου δʼ ἵκανον ἐπʼ ᾐόνας, ἔνθα κίχανον
 
πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι
 
γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·
 
αὐτὰρ ὅ γʼ αἰδεσθεὶς ἱεράς ὑπέδεκτο γυναῖκας. 260
← Önceki Kitap 4 · 13 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi