Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
εἴδεα μὲν τόσα θηρσί, τόσαι δʼ ἀνὰ δάσκιον ὕλην
 
νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται
 
ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.
 
τλησιπόνων δʼ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,
 
ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν 5
 
κέρδεά τʼ αἰολόβουλα πολυφράστοις τε δόλοισι
 
φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα
 
μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ
 
καὶ φρένας οὐδʼ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.
 
ἤθεαεἴδεα Brunck. πολλὰ πέλει κλειτῆς πολυαρκέοςπολυάρκυος or πολυερκέος Brodaeus. ἄγρης, 10
 
ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,
 
μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν
 
εἰπέμεναι κατὰ μοῖραν ὑπʼ εὐκελάδοισιν ἀοιδαῖς;
 
τίς δʼ ἂν πάντʼ ἐσίδοι; τίς δʼ ἄν τόσον ὠπήσαιτο
 
θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθʼ ὁρόωσιν. 15
 
αὐτὰρ ἐγὼν ἐρέω τά τʼ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,
 
θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,
 
ὅσσα τʼ ἀπʼ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,
 
αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,
 
ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ 20
← Önceki bölüm Kitap 4 · 1 / 23 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi