Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν·
 
ἀρτιτόκος δʼ ἔτʼ ἐοῦσα μετʼ ἄρσενος εὐθὺς ἰαύει.
 
λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι
 
λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι
 
τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς· 165
 
οὐδʼ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·
 
θυμὸν δʼ ἑσπομένοιο συνιαίνουσι νομῆος.
 
ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,
 
εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.
 
ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν 170
 
καὶ λασίη περ ἐοῦσα· χιὼν δʼ ὅτε πάντα παλύνει,
 
ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,
 
κεύθετʼ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ,
 
καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,
 
οἷά τʼ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν. 175
 
τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης
 
πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,
 
χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν
 
κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·
 
αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν, 180
← Önceki Kitap 3 · 9 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi