Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
αἱ δʼ ἄρʼ ἔπειτʼ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν
 
ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,
 
μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δʼ ἄρα τηλοῦ
 
κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης
 
περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ 105
 
πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.
 
ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης
 
φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδʼ ἄρα μούνοις
 
ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,
 
ἀλλὰ καὶ ἑρπηστῆρσιἑρπυστῆρσι K: ἑρπηστῆσι E. καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς 110
 
θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν
 
οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.
 
οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς
 
αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.
 
πῶς δʼ ἄρʼ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν 115
 
ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι
 
αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.
 
πῶς δʼ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,
 
ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,
 
κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα 120
← Önceki Kitap 3 · 6 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi