Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
αὐτὰρ ὅ γʼ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,
 
καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,
 
πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,
 
ἄλλοτε μὲν ποτὶ τέρματʼ ἰὼν μυχάτου ποταμοῖο,
 
ἄλλοτε δʼ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον, 425
 
ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφʼ ὀδύνῃσιν.
 
αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, γλυκερῇ δʼ ἐπιτέρπετʼ ἐδωδῇ·
 
ἥπατι δʼ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·
 
ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.
 
ἰχνεῦμον μέγα θαῦμα,v. l. μεγάθυμε. μεγασθενές, αἰολόβουλε, 430
 
ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,
 
ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.
 
ἀσπίδα δʼ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.
 
πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,
 
νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων· 435
 
οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,
 
ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,
 
ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.
 
τὴν δʼ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,
 
ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν. 440
← Önceki Kitap 3 · 22 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi