Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,
 
οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,
 
ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.
 
κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν
 
αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας, 245
 
Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,
 
Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην
 
Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.
 
ἀλλʼ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν
 
θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν. 250
 
ἔστι δʼ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων
 
ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι
 
δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,
 
χηλὴν δʼ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·
 
χαίτη δʼ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα 255
 
οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην
 
δουλοσύνην ἔτλη ποθʼ ὑπερφίαλον γένος αἰνόν·
 
ἀλλʼ εἰ καί ποθʼ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν
 
ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,
 
οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι 260
← Önceki Kitap 3 · 13 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi