Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ὄμματα φοινίχθη δέ, τά τʼ ἦν πάρος αἰγλήεντα;
 
οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης,
 
οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης,
 
οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.
 
παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι, 225
 
παῖδα τεὸν γενύεσσι τεῇς οὐκ ἄρσενα θήσεις;
 
ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας;
 
παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.
 
δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,
 
καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος. 230
 
δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,
 
καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,
 
ἀλλʼ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος.
 
τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα
 
μυθεῖσθαι φαίη· τὸν δʼ οὐκ ἀλέγοντα δαφοινοῖς 235
 
δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.
 
Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.
 
κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι
 
θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,
 
δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ. 240
← Önceki Kitap 3 · 12 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi