Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,
 
καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.
 
ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,
 
κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·
 
ὄσσεὄσσε B. de Ballu: ὅστε MSS. πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι, 185
 
ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·
 
ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,
 
χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι.
 
χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,
 
ἀλλʼ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί. 190
 
φῦλα δʼ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων
 
πολλαῖσίν τʼ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·
 
θηλύτεραι δʼ ἕσπονθʼ, ὅθι τοι πόσις ἡγεμονεύει·
 
πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,
 
πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα 195
 
πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι.
 
ζῆλον δʼ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει
 
υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·
 
ὁππότε θηλυτέρη γὰρ ἔχει κόπονκόπον Jacobs: τόκον MSS. Εἰλειθυίης,
 
ἄγχι μάλʼ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει· 200
← Önceki Kitap 3 · 10 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi