Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,
 
αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,
 
ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,
 
μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·
 
ἀλλʼ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν, 105
 
οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·
 
ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,
 
ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·
 
κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα
 
καρτερόν ἀθλεύοντʼ ἀγέμεν πάρος ἐξ Ἐρυθείης, 110
 
ὁππότʼ ἐπʼ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ
 
καἰ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν
 
οὐχ Ἥρῃ τελέειν οὐδʼ Εὐρυσθῆος ἐνιπαῖς,
 
Ἀρχίππῳ δʼ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
 
ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο 115
 
πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης
 
ἵετʼ ἐπειγόμενος, χαροποῦ δʼ ἐπελήθετο πόντου,
 
δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·
 
δήθυνεν δὲ πάγοισι, κάλυπτε δʼ ἐρίσπορον αἶαν
 
οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης. 120
← Önceki Kitap 2 · 6 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi