Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,
 
τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·
 
οἱ δʼ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδʼ ἑκάτερθεν
 
ὀξέα πεφρίκασιν ἀρειστέρῃσιν ἀκωκαῖς.
 
λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων· 605
 
τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,
 
ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;
 
κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες
 
οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,
 
ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δʼ ἐχθαίρουσι χόλοισιν·λόχοιο A2 in ras. BGH: πόθοισι CDE. 610
 
αὐταῖς δʼ ἀγκαλίδεσσιν ἑῶν τέθνηκετέθνηκε Pauw: ἔθανε I: ἔκτεινε. τοκήων.
 
οὐ μὲν θὴν οὐδʼ ἀσπαλάκων αὐτόχθονα φῦλα
 
ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
 
εἰ καὶ βάξις ἄπιστος ἐπʼ ἀνθρώπους ἐπέρησεν
 
ἀσπάλακας βασιλῆος ἀφʼ αἵματος εὐχετάασθαι 615
 
Φινέος, ὅν ῥʼ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·
 
Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
 
μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
 
καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δʼ ἔπεμψεν
 
ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα. 620
← Önceki Kitap 2 · 31 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi