Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
οἷα δʼ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν
 
ἐν γλυκεροῖς ταλάροισι παρʼ αἰπολίοισι νομῆες.
 
ἀλλʼ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην
 
πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος
 
οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο. 45
 
εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχʼ ἄριστος
 
βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει·
 
πέφρικεν δʼ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·
 
αἱ δʼ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,
 
ὁππότε μυκήσαιτʼ, ἄγριοιἄγριον GI βόες· ἀλλʼ ὅτʼ ἐπʼ ἄλλῳ 50
 
ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,
 
οἶος ἴῃ,ἴῃ Turnebus: ἔη MSS. κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,
 
δὴ τότʼ ἐπʼ ἀμφοτέροισιν ὑπέρβιος ἵστατʼ ἐνυώ.
 
πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες
 
ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι 55
 
καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,
 
οἷα κονιόμενοι· προκαλίζονται δʼ ἑκάτερθεν,
 
ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·
 
αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφʼ ὑσμίνην ἀλεγεινήν,
 
ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δʼ ἄφαρ κεράεσσι 60
← Önceki Kitap 2 · 3 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi