Kitap 2
καὶ πόθεν, οὐκ ἐδάην, φράζω δʼ οὖνοὐχ most MSS.: corr. Brunck. ὡς δεδάηκα,
εἴτʼ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,
εἴτʼ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,
εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.
565
ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης
βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,
ὄστρεάὄστρεον BCDE: ὀστρέων FHM. τʼτʼ after ὄστρεα Schneider, om. MSS. ἠπεδαναί τʼ ἀφύαι κόχλων τε γένεθλα
ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.
Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·
570
οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
πάνθηρας χαροποὺς ἠδʼ αἰλούρους κακοεργούς,
τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,
καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·
τοὶ δʼ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες
575
χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·
δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·
φωλειοῖσι δʼ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,
ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,
580