Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·
 
ἀλλʼ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,
 
κεῖνοικείνης Brodaeus. δʼ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.
 
θαῦμα δὲ καὶ τόδʼ ἄκουσα, κραταιοτάτους ἐλέφαντας
 
μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ 545
 
γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.
 
οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι
 
κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,
 
ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν
 
φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι. 550
 
Ῥινοκέρως δʼ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος
 
οὐ πολλὸν μείζων, ὀλίγον δʼ ὑπὲρ ἄκρια ῥινὸς
 
ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·
 
κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,
 
οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην. 555
 
κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι
 
πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.
 
ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις
 
καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.
 
πάντες δʼ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται· 560
← Önceki Kitap 2 · 28 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi