Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
οὐδʼ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.
 
σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε
 
πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον
 
καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.
 
ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ, 445
 
ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·
 
τοῦ δʼ ἤτοι χροιὴ μὲν ἅτʼ εἰαρινοῖο γάλακτος,
 
μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·
 
διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·
 
ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν 450
 
αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,
 
καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο
 
πέτρου τʼ ὀκριόεντος ἀρειότεραι πεφύασιν·
 
ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.
 
θυμὸς δʼ αὖτʼ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής· 455
 
οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,
 
οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,
 
οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,
 
πορδαλίων δʼ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,
 
οὐδʼ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος, 460
← Önceki Kitap 2 · 23 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi