Kitap 2
ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς
καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες
κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,
πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,
ἔμπαλι δʼ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.
325
αἰγῶν δʼ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα
οὐ πολλὸν τούτωντούτων, cf. Schol. τούτων· ἤγουν τῶν ἡμέρων· τιθασῶν Koechly. ὀΐων λασίων τε χιμαιρῶν
μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,
στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.
κάρτος δʼ αὖτʼ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·
330
πολλάκι δʼ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν
καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.
ἔστι δʼ ὅτʼ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες
μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·
οὐδέ τʼ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,
335
νίκην δʼ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη
ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.
Αἰγάγροις δέ τίς ἐστι διʼ αὐτῶν αὐλὸς ὀδόντων
λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα
αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·
340