Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·
 
τῷ δʼ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε
 
δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·
 
ἄλλος δʼ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.
 
ἀλλʼ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι,v. l. ἔχῃσι. 225
 
στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,
 
παύσατο δʼ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·
 
ἄλλος δʼ αὖτʼ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·
 
πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
 
ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ, 230
 
ὕψι δʼ ἀνίσχονται κεράων πολυήρατον εἶδος,
 
οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.
 
ἔχθος δʼ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι
 
πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δʼ ἐρεείνει
 
οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα. 235
 
ἀλλʼ ὅτʼ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν
 
ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει
 
ἆσσον φωλειοῦ, ῥῖνας δʼ ἐπεθήκατο χειῇ,
 
πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν
 
ἑρπετὸν οὐλόμενον· τὸν δʼ οὐκ ἐθέλοντα μάχεσθαι 240
← Önceki Kitap 2 · 12 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi