Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·
 
ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,
 
καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·
 
οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
 
οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν, 185
 
οὐδʼ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.
 
τρηχὺς δʼ αὖτʼ ἐλάφοισιν ἔρως πολλή τʼ Ἀφροδίτη
 
καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,
 
οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς
 
πᾶσίν τʼ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι. 190
 
κεύθουσιν λαγόνεσσι δʼ ὑπʼ αὐτὴν ἔνδοθι νηδὺν
 
ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,
 
αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δʼ ἀπέρευσε καρήνων
 
ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
 
οὐ μὲν ἄρʼ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ 195
 
τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·
 
οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,
 
οὔτʼ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπʼ ἄνθεσι ποίης
 
θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,
 
ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν· 200
← Önceki Kitap 2 · 10 / 32 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi