Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ἀλλʼ ὅτʼ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ
 
ἵππων ὠκυπόδων, ἀπὸ δʼ ἱππάδα τηλόσʼ ἐρύκειν,
 
ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,
 
καί τʼ ἀΐοντες ἄδηνv. l. αὐδὴν. κρυερὴν φύζανδε νέωνται
 
νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ. 165
 
ἵππων δʼ αἰόλα φῦλα, τόσʼ ἔθνεα μυρία φωτῶν,
 
ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·
 
ἀλλʼ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ
 
ὅσσοι θʼ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·
 
Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες,v. l. Μάζηκες. Ἀχαιοί, 170
 
Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,
 
Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.
 
ἵππον δʼ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο
 
ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,
 
εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται· 175
 
βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον
 
ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·
 
ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·
 
εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δʼ ἄρα κόρσης
 
ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι· 180
← Önceki Kitap 1 · 9 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi