Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν
 
κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,
 
ὄφρα κε μὴ θήρεσσιν ἀπʼ ὄμματος ὕπνον ἕλοιτο
 
ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
 
μηδʼ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα 105
 
πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου
 
θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.
 
ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·
 
τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
 
ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων, 110
 
ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,
 
καὶ μεσάτου, ποτὲ δʼ ἑσπερίου· ποτὲ δʼ αὖτε καὶ ὄρφνῃ
 
θῆρας ὑπʼ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.
 
Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι
 
πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν 115
 
εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·
 
ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι
 
καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι
 
εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,
 
ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα, 120
← Önceki Kitap 1 · 6 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi