Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα
 
ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.
 
ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,
 
ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι
 
καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·ἀντία σεῖο Lobeck. 525
 
ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.
 
οἵη δʼ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο
 
βριθομένη πυρῷ τε μετʼ αὔλιον εἶσιν ἀπήνη,
 
τὴν δʼ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,
 
πρόπροθι δʼ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει, 530
 
ἄλλος ὑπερτερίην, ὁ δʼ ἄρʼ ἄξονα βουσὶν ἀρήγων·
 
εἰς αὖλιν δὲ μολόντες ἐλύσανθʼ ἱστοβοῆα,
 
ταῦροι δʼ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,
 
θυμὸς δʼ ἠπεδανοῦ μέγʼ ἐχήρατο βουπελάταο·
 
ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν. 535
 
αὐτὰρ ὅ γʼ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,
 
ἄμφω δʼ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,
 
κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.
← Önceki Kitap 1 · 27 / 27 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi