Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ἤ που δορκαλίδων ἤ νυκτιπόροιο λυκαίνης·
 
ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,
 
εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.
 
αὐτὰρ νηπιάχοισιν ἐπʼ οὐνόματα σκυλάκεσσι
 
βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ. 445
 
ἵπποισι κρατεροῖσι δʼ ὁμήθεες ἀγρευτῆρσιν
 
ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν
 
ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.
 
μηδʼ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι
 
σιγὴ τέθμιός ἐστι, πανέξοχα δʼ ἰχνευτῆρσιν. 450
 
εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,
 
ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρʼ αἰολόβουλοι
 
ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·
 
μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.
 
ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη 455
 
χειμερίη, στείβουσί τʼ ἀμοχθήτοισιν ὀπωπαῖς,
 
οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθʼ ἅμʼ ὁρᾶται
 
καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.τετυπωμένα δείκελα ταρσῶν Brunck.
 
ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·
 
εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα 460
← Önceki Kitap 1 · 23 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi