Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·
 
ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·
 
κραιπνοὶ δʼ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,
 
καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.
 
ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα 425
 
αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.
 
χροιαὶ δʼ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·
 
οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται
 
οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.
 
κεῖνοι δʼ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι, 430
 
τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,
 
μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις
 
ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν
 
ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι
 
σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται. 435
 
εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,
 
μήποτʼ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ
 
αἰγῶν ἢ προβάτων, μηδʼ οἰκιδίῃσι κύνεσσιν·
 
ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·
 
ἀλλʼ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης 440
← Önceki Kitap 1 · 22 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi