Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους
 
ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην
 
καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.
 
αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ
 
μητέρα παιδὸς ἑοῖο παρʼ ἀγκοίνῃσι βαλέσθαι. 245
 
τοὺς δʼ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα
 
καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκʼ ἔπειτα
 
αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,
 
ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.
 
ἄμφω μέν πρώτιστα καλύψατο βυσσοδομεύων 250
 
ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ
 
πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γάρ δὴ
 
ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·
 
καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο
 
ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις, 255
 
οἶος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε
 
Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.
 
οἱ δʼ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,
 
λοξῇσίν τʼ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς
 
ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γʼ αἶψα 260
← Önceki Kitap 1 · 13 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi